ἄρχουσι βασιλέα ἡ αὐτοῦ περὶ τὸν θεὸν ἐνῆγεν ὁσία, χρημάτων δὲ μὴ φείδεσθαι δόσεως ἀλλ᾿ ἐξ αὐτῶν τῶν βασιλικῶν θησαυρῶν τὰς ἐπισκευὰς ποιεῖσθαι περιεῖχεν ὁ νόμος. ἐγράφετο δὲ καὶ τοῖς κατὰ πάντα τόπον τῶν ἐκκλησιῶν προέδροις τοιαῦτα, ὁποῖα καὶ ἡμῖν ἐπιστέλλειν ἠξίου, πρώτην ταύτην εἰς ἡμέτερον πρόσωπον γραφὴν
διαπεμψάμενος.
Vita Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.