ποιησάμενον τὸ πλεῖστον τῶν ἀνθρώπων διασώσασθαι γένος· πολλῇ γὰρ αὐτῷ χρωμένῳ φιλανθρωπίᾳ καὶ τὸν οὐ συμπαθείας ἄξιον ἐλεοῦντι, τῷ μὲν μηθὲν γίγνεσθαι πλέον , τῆς τῶν κακῶν ἐπιτηδεύσεως μηδαμῶς ἀπαλλαττομένῳ ἐπαύξοντι ἐπαύξοντι δὲ μᾶλλον τὴν κατὰ τῶν ὑποχειρἱων λύτταν, τοῖς δὲ ὑπ’ αὐτοῦ κεκακωμένοις μηδεμίαν
σωτηρίας ἐλπίδα λείπεσθαι. ταῦτ' ἐννοήσας βασιλεὺς ἀνυπερθέτως δεξιὰν ορέγειν σωτήριον τοῖς εἰς ἔσχατα κακῶν ἐληλακόσιν ὡρμᾶτο. τῆς μὲν οὐν στρατιωτικῆς ἐξοπλίσεως τὴν συνήθη παρασκευὴν ἐποιεῖτο, ἤθροιστό τε αὐτῷ πᾶσα φάλαγξ πεζοῦ τε καὶ ἱππικοῦ τάγματος, ἡγεῖτο δ’ ἐπὶ πάντων τὰ τῆς ἐπὶ τὸν θεὸν ἀγαθῆς ἐλπίδος
διὰ τοῦ προλεχθέντος σημείου σύμβολα.
Vita Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.