διαρκῆ κατὰ παντὸς ἔχει τοῦ χρόνου τὴν δύναμιν. πάντως δὲ οὐ κόμπος τὸ τὴν παρὰ τοῦ κρείττονος εὐποιίαν ὁμολογοῦντα σεμνολογεῖσθαι. τὴν ἐμὴν ὑπηρεσίαν πρὸς τὴν ἑαυτοῦ βούλησιν ἐπιτηδείαν ἐζήτησέν τε καὶ ἔκρινεν, ὃς ἀπὸ τῆς πρὸς Βρεττανοῖς ἐκείνοις θαλάσσης ἀρξάμενος καὶ τῶν μερῶν, ἔνθα δύεσθαι τὸν ἥλιον ἀνάγκῃ
τινὶ τέτακται, κρείττονί τινι δυνάμει ἀπωθούμενος διασκεδαννὺς τὰ κατέχοντα πάντα δεινά, ἕν ἅμα μὲν ἀνακαλοῖτο τὸ ἀνθρώπινον γένος τὴν περὶ τὸν σεμνότατον νόμον θεραπείαν τῇ παρ' ἐμοῦ παιδευό- μενον ὑπουργίᾳ, ἅμα δ' ἡ μακαριστὴ πίστις αὔξοιτο ὑπὸ χειραrωrῷ τῷ κρείττονι.“
Vita Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.