τοῖς πᾶσιν. εἶτα τῆς προκομιδῆς ἡγούμενος σὺν τοῖς ἀμφ' αὐτὸν πατρικοῖς φίλοις τὸν πατέρα προύπεμπε· δήμων τε πλήθη μύρια στρατιωτῶν τε δορυφορίαι, τῶν μὲν ἡγουμένων τῶν δὲ κατόπιν ἑπομένων, σὺν παντὶ κόσμῳ τὸν θεοφιλῃ συνέπεμπον, εὐφημίαις τε καὶ ὕμνοις οἱ πάντες τὸν τρισμακάριον ἐτίμων, ὁμογνώμονί τε συμφωίᾳ
τοῦ τεθνεῶτος ἀναβίωσιν τὴν τοῦ παιδὸς κράτησιν ἐδόξαζον βοαῖς τε εὐφήμοις τὸν νέον βασιλέα αὐτοκράτορα καὶ σεβαστὸν αὔγουστον εὐθέως ἐκ πρώτης ἀνηγόρευον φωνῆς.
Vita Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.