Ἀπὸ τῆς Γενέσεως.
Μανασσῆ (Gen 10, 30). χώρα τῆς Ἰνδικῆς, ἣν κατῴκησαν οἱ υἱοὶ Ἰεκτὰν υἱοῦ Ἐβέρ.
Μαμβρῆ (Gen 13, 18). αὕτη ἐστὶ Χεβρών, ᾖ παράκειται τάφος <τῶν> ἀμφὶ τὸν Ἁβραάμ. κεῖται καὶ ἀνωτέρω. Μαμβρῆ δὲ καὶ εἶς τῶν ἑταίρων τοῦ Ἁβραὰμ ἐκαλεῖτο.
Μαδιάμ (Gen 25, 2). πόλις ἀπὸ ἑνὸς τῶν υἱῶν Ἁβραὰμ καὶ Χεττοςυρας Μαδιὰμ ἐπικληθεῖσα. κεῖται δὲ ἐπέκεινα τῆς Ἀραβίας πρὸς
νότον ἐν ἐρήμῳ τῶν Σαρακηνῶν, τῆς ἐρυθρᾶς θαλάσσης ἐπ’ ἀνατολάς. ὅθεν καλοῦνται Μαδιαναῖοι καὶ ἡ νῦν καλουμένη Μαδιανή. καλεῖ δὲ καὶ ἡ γραφὴ τὰς θυγατέρας Ἰωβὰβ θυγατέρας Μαδιάμ. ἑτέρα δέ <ἐστιν πόλις ὁμώνυμος αὐτῇ πλησίον τοῦ Ἀρνωνᾶ καὶ Ἀρε>πόλεως. ἥτις νῦν ἔρημος οὔσα δείκνυται.
Μωάβ (Gen 36, 35). ἀπὸ Μωὰβ υἱοῦ λώτ, πόλις τῆς Ἀραβίας || ἡ νῦν Ἀρεόπολις. κεῖται καὶ ἀνωτέρω. καλεῖται δὲ Μωάβ καὶ ἡ
2
χώρα, ἡ δὲ πόλις Ῥαββὰθ Μωάβ.
Μασρηκά (Gen ’ 36). πόλις βασιλείας Ἐδὼμ περὶ τὴν Γεβαληνήν.
Μάβσαρ (Gen 36, 42). εἰς ἔτι καὶ νῦν καὶ αὕτη κώμη μένει μεγίσταη Μαβσαρὰ ἐπὶ τῆς Γεβαληνῆς, ὑπακούουσα τῇ Πέτρᾳ. 39v Ι Μαγεδιήλ (Gen 36, 43). καὶ αὕτη τῶν ἡγεμόνων Ἐδὼμ ἐν τῇ Γεβαληνῇ.
Ἀριθμῶν καὶ Δεύτερονομίου.
Μνήματα ἐπιθυμίας (Num 11, 34). σταθμὸς τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς ἐρήμου, ἒνθα διεφθάρησαν ἀπὸ τῆς κρεωφαγίας.
Μακηλώθ (Num 33, 25). σταθμὸς τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς ἐρήμου.
<Μαθεκκά (Num 33, 28). σταθμὸς τῶν υἱῶν Ἰσραὴλ ἐρήμου.>
Μασουρούθ (Num 33, 30). σταθμὸς τῶν υἱῶν μἱῶν ἐπὶ τῆς ἐρήμου.
Μαθθανέμ (Num 21, 18). αὕτη νῦν λέγεται Μασχανά. κεῖται δὲ
ἐπὶ τοῦ Ἀρνωνᾶ ἀπὸ σημείων ιβ΄ πρὸς ἀνατολὰς Μηδαβῶν.
Μισώρ (Deut 3, 10). πόλις Ὢγ βασιλέως βασᾶν.
Μαχαναράθ (Deut 3, 17). ὅριον Ἀμμᾶν τῆς καὶ Μαδβαρίς (Deut 4, 43). ἔρημος οὕτω καλεῖται παρ’ Ἑβραίοις.
5
6
| Μισαδαΐ »υἱῶν Ἰαδείμα« (Deut 10, 6). τόπος ἐπὶ τῆς ἐρήμου, ἔνθα
ἐτελεύτησεν Ἀαρών.
Ἀπὸ τοῦ Ἰησοῦ.
Μακηδά (Jos 10, 10). ἐν ταύτῃ συνέκλεισεν Ἰησοῦς τοὺς ε΄ βασιλεῖς εἰς τὸ σπήλαιον, οὑς καὶ ἀνεῖλεν μετὰ τοῦ βασιλέως τῆς Μακηδά. ἣ γέγονε φυλῆς Ἰούδα. καὶ νῦν ἐστι πρὸς ἀνατολὰς Ἐλευθεροπόλεως
ἀπὸ σημείων η΄.
Μαδών (Jos 11, 1). πόλις, ἧς ἐβασίλευσεν Ἰωβάβ, ὃν ἐπολέμησεν Ἰησοῦς.
7
8
Μασσηφά (Jos 11, 3). φυλῆς Ἰούδα, ἔνθα κατῴκει Ἰεφθαέ, πλησίον τῆς Καριαθιαρεὶμ, ἐν ᾖ καὶ ἡ κιβωτός ποτε κατέμεινεν, ἔνθα καὶ Σαμουὴλ ἐδίκαζεν. κεῖται καὶ ἐν Ἱερεμίᾳ.
Μερράν (Jos 11, 7). ἔστι τὸ ὕδωρ, ἔνθα παρενέβαλον εἰς πόλεμον.
ἔστι νῦν κώμη Μερροῦς, Σεβαστῆς ἀπέχουσα σημείοις ιβ΄ πλησίον Δωθαείμ.
Μαστραιφὼθ μαΐμ (Jos 11, 8). Ἀ΄ Μαστραιφὼθ ὕδατος, Σ΄ Μαστραιφὼθ θαλάσσης.
Μαχαθί (Jos 12, 5). πόλις περὶ τὸν Ἰορδάνην τῶν Ἀμορραίων,
πλησίον ὂρους Ἀερμών. ἀφ’ ἧς οὐκ ἐξωλόθρευσαν οἱ υἱοὶ Ἰσραὴλ τὸν Μαχαθί.
Μαρώμ (Jos 12, 20). <καὶ ταύτην εἷλεν Ἰησοῦς, τὸν ἀνελών. κεῖται καὶ ἀνωτέρω Μαροῦς.
|| Μαγγεδδώ> (Jos 12, 21). καὶ ταύτην εἷλεν Ἰησοῦς,
αὐτῆς ἀνελών. ἣ γέγονε φυλῆς Μανασσῆ, ἣν οὐ κατέσχεν, ὅτι μὴ ἐξῆρεν ἀπ’ αὐτῆς τὸν ἀλλόφυλον.
Μισώρ (Jos 13, 9. 16). Ἀ΄ Σ΄ τὴν ὁμαλήν. πόλις φυλῆς Λευίταις ἀφωρισμένη, ἐν τῇ Γεβαληνῇ.
9
| Μεδδαβά (Jos 13, 9). πόλις καὶ μέχρι νῦν ἐστι τῆς Ἀραβίας
10
Μηδαβὰ εἰς ἔτι νῦν καλουμένη πλησίον Ἐσσεβών.
Μηφαάθ (Jos 13, 18). φυλῆς Βενιαμίν. καὶ ἄλλη δέ ἐστιν ἐπέκεινα τοῦ Ἰορδάνου, ἔνθα φρούριον ἐγκάθηται στρατιωτῶν παρὰ τὴν ἔρημον·
11
12
Μασφά (Jos 13, 26). φυλῆς Γάδ, Λευίταις ἀφωρισμένη. καὶ ἄλλη δέ ἐστι νῦν Μασσηβὰ ἐν ὁρίοις Ἑλευθεροπόλεως ἐν βορείοις. ἔστι καὶ ἄλλη, φυλῆς Ἰούδα, ἀπιόντων εἰς Αἰλίαν.
Μαναείμ (Jos 13, 26). φυλῆς Γάδ, Λευίταις ἀφωρισμένη, ἐν τῇ
Γαλααδίτιδι, Μωλαδά (Jos 15, 26). φυλῆς Ἰούδα ἢ Συμεών.
Μηδεβηνά (Jos 15, 31). φυλῆς Ἰούδα. καὶ ἒστι νῦν
Μηνοεὶς πλησίον Γάζης πολίχνη. κεῖται καὶ ἐν Ἠσαίᾳ.
Μαγδαλά (Jos 15, 37). φυλῆς Ἰούδα.
Μαρησά (Jos 15, 44). φυλῆς Ἰούδα. ἔρημός ἐστι νῦν ὡς ἀπὸ σημείων β΄ Ἐλευθεροπόλεως.
|| Ναῶν (Jos 15, 55). φυλῆς Ἰούδα. ἐν ἀνατολαῖς τοῦ Δαρωμᾶ.
13
Μαρώθ (Jos 15, 59). φυλῆς Ἰούδα.
Μαδδεί (Jos 15. 01). φυλῆς Ἰούδα.
Μασγά (Jos 18, 26). φυλῆς Βενιαμίν.
Μαχθώθ (Jos 17, 7). φυλῆς Μανασσῆ.
Μαραλά (Jos 19, 11). ἀνάβασις Ζαβουλών.
14
Μασάν (Jos 19, 26). κλήρου Ἀοήρ. συνάπτει τῷ Κὰρ μήλῳ κατὰ θάλασσαν, πόλις Λευίταις ἀφωρισμένη.
Μεελέφ (Jos 19, 33). ὅριον Νεφαλείμ.
Μαγδιήλ (Jos 19, 38). κλήρου Νεφθαλείμ. καὶ ἔστι νῦν κώμη μεγάλη ἀπὸ ἔ’ σημείων Δώρων, ἀπιόντων εἰς Πτολεμαίδα.
Ἀπὸ τῶν Κριτῶν.
Μοσφεθάμ (Richt 5, 16). Ἀ΄ τῶν κλήρων, Σ΄ τῶν μεταιχμίων.
Μωρέ (Rieht 7, 1). βουνὸς οὕτω καλούμενος.
15
16
Μεννήθ (Rieht 11, 33). ἔνθα ἐπολέμησεν Ἰεφθαέ. καὶ νῦν ἐστι κώμη Μαανὶθ ἀπὸ δ΄ σημείων Ἐσβοῦς, ἀπιόντων εἰς Φιλαδελφίαν.
Μαχμάς (I Sam 13, 2). εἰς ἔτι νῦν κώμη μεγίστη ἐν Μαχμὰς ἐπικαλουμένη, ἀπὸ σημείων θ΄, πλησίον Ῥαμᾶ.
Βασιλειῶν.
Με<σσάβ> (I Sam 14, 1). Γαβᾶ.
Μαγδὼν ἢ Μαγρών (I Sam 14, 2). ἔνθα ἐκαθέσθη Δαούλ.
|| Μασσηφὰ »τῆς Μωάβ« (I Sam 22, 3). ἔνθα φεύγων τὸν Σαοὺλ
17
ὁ Δαυὶδ παρεγένετο.
Μασερέθ (I Sam 23, 14). ἔρημος, ἔνθα ἐκαθέσθη Δαυίδ. ὀχυρώμασι, Σ΄ ἐν καταφυγαῖς, Θ΄ ἐν τοῖς σπηλαίοις.
Μασβάκ (II Sam 8, 8). πόλις ἀλλοφύλων, βασιλέως Ἀδραζάρ.
Μελά, Γημελά (II Sam 8, 13). Ἀ΄ Σ΄ φάραγξ τοῦ ἁλός.
Μααχά (II Sam 10, 6). χώρα
Μωδεείμ (Ι Macc 2, 1). κώμη πλησίον Διοσπόλεως. οἱ Μακκαβαῖοι, ὢν καὶ τὰ μνήματα εἰς ἔτι νῦν δείκνυται.
18
| Μαψὰρ Τύρου (II Sam 24, 7). Ἀ΄ ἔρυμα Τύρου, Σ΄ ὀχύρωμα Τυροῦ.
Μασά (I ön 2, 35 i; 9, 15). πόλις, ἦν ᾠκοδόμησε Σολομών.
Μεεβρά (I Kön 4, 12). Ἀ΄ ἀπὸ πέραν, Σ΄ ἐξ ἐναντίας.
Μάκες (I Kön 4, 9). πόλις ἄρχοντος Σολομών.
19
20
Μελώ (I Kön 9, 15). πόλις, ἣν ᾠκοδόμησε Σολομών, <Σ' Θ' τελείωσιν.
Μαιδάν (I Kön 9, 15). πόλις ἣν Σολομών.>
Μέμφις (Hos 9, 6). ἐν Ὠσηέ, πόλις Αἰγύπτου. καὶ ἐν Ἱεζεκιήλ.
καὶ ἐν Ἱερεμίᾳ οἱ μετὰ Ἱερεμίου Ἰουδαῖοι κατῴκησαν ἐν Μέμφει.
Μάχα (Hos 9, 16). ἐν Ὠσηέ. Ἀ΄ Σ΄ τὰ ἐπιθυμήματα.
Μίλητος (Ez 27, 18). πόλις τῆς Ἀσίας. κεῖται ἐν Ἱεζεκιήλ.
Μαριβώθ (Ez 48, 28). »ἕως ὕδατος Μαριβώθ« Ἰεζεκιήλ. Ἀ΄ διαδικασμοῦ, Σ΄ ἀντιλογίας.
Μωραθεί (Micha 1, 1). ὅθεν ἦν Μιχαίας ὁ προφήτης, πρὸς ἀνατολὰς Ἐλεθυεροπόλεως.
Μασογάμ (Jer 48, 1). χώρα Μωάβ, ὡς Ἱερεμίας.
<Μισώρ (Jer 48, 21). χώρα Μωάβ, ὡς Ἱερεμίας.
Μωφάθ (Jer 48, 21). χώρα Μωάβ, ὡς Ἱερεμίας.> κεῖται
Μηφαάθ.
Μαών (Jer 48, 23). χώρα Μωάβ, ὡς Ἱερεμίας.
Μολχόμ (Jer 49, 1). εἴδωλον Ἄμμων, ὡς Ἱερεμίας.
Μαγεδάν (Matth 15, 39). εἰς τὰ ὅρια Μαγεδὰν ὁ Χριστὸς ἐπεδήμησεν, ὡς ὁ Ματθαῖος. καὶ ὁ Μάρκος δὲ τῆς Μαυεδὰν μνημονεύει.
καὶ ἔστι νῦν ἡ γε περὶ τὴν Γέρασάν.