τὸν ἑνυτοῦ στηλιτεύων βίον καὶ κατήγορος αὐτὸς ἑαυτοῦ γινόμενος. 198 ἐπάκουσον γοῦν ὅπως διαρρήδην ὁνομαστὶ αὐτὸς ἑαυτοῦ μεμνημένος ἐν τῷ οἰκείῳ συγγράμματι τόνδ’ ἱδτορεῖ τὸν τρόπον »καὶ παράγων ἐκεῖθεν ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Ματθαῖον ὀνόματι, καὶ εἶπεν αὐτῷ· ἀκολούθει μοι. καὶ ἀναστὰς
ἠκολούθησεν αὐτῷ. καὶ ἐγένετο ἀνακειμένου αὐτοῦ ἐν τῇ οἰκίᾳ καὶ ἐδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοῖ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ«. καὶ πάλιν προϊὼν ἑξῆς τόν τε κατάλογον τῶν λοιπῶν μαθητῶν ἐξαριθμούμενος αὐτὸς ἑαυτῷ τὸ τοῦ τελώνου προστίθησιν ὄνομα. λέγει δ’ οὖν· »τῶν δὲ δώδεκα ἀποστόλων τὰ
ὀνόματά ἐστι ταῦτα. πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης«. οὕτως μὲν ὁ Ματθαῖος δι’ ὑπερβολὴν ἐπιεικείας τὸ φιλάληθες ὑποφαίνων τοῦ ἰδίου τρόπου καὶ τελώνην ἑαυτὸν ἀποκαλεῖ, μὴ ἐπι- 1 2 κρύπτων τὸν πρότερον ἑαυτοῦ βίον, καὶ ἁμαρτωλοῖς ἑαυτὸν συναριθμεῖ καὶ τοῦ συναποστόλυ δεύτερον ἑαυτὸν κατελέγει. Συνεζευγμέωος γοῦντῷ Θωμᾷ ὡς Πέτρος Ἀνδρέᾳ καὶ Ἰάκωβος Ἰωάννῃ Φίλιππός τε καὶ αρθολομαίῳ προτάττει ἑαυτοῦ τὸν Θωμᾶν, προτιμῶν ὡς κρείττονα τὸν συναπόστολον, τῶν λοιπῶν εὐαγγελιστῶν τοὐναντίον
πεποιηκότων.
De Theophania (Fragmenta). Eusebius. ed. Hugo Gressmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.