πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν ἵνα μεθ’ ὑμῶν ᾖ εἰς τὸν αἰῶνα, τὸ πνεῦμα τῆς ἀληθείας«. οὐκοῦν ἕτερος ἦν παρ’ αὐτὸν ὁ παράκλητος, περὶ οὐ τὰ τοσαῦτα ἐδίδασκεν. εἰκότως οὖν αὖθίς προσετίθει λέγων » ταῦτα λελάληκα ὑμῖν παρ’ ὑμῖν μένων· ὁ δὲ 84r παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ πατήρ μου ἐν τῷ ὀνόματί 1 2 μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ὅσα εἶπον«.
De Ecclesiastica Theologia. Eusebius of Caesarea. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.