διό φησιν »ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν«. λέγεται μὲν οὖν καὶ ὁ ἐπὶ πάντων θεὸς πνεῦμα, ὡς αὐτὸς ἐδίδαξεν ὁ σωτὴρ εἰπὼν »πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν«, καὶ ἔσται ἀληθῶς ἅγιος ἁγίων αὐτός, καὶ »ἐν ἁγίοις ἀναπαυόμενος«. ἀλλὰ καὶ ὁ υἱὸς τοῦ θεοῦ πνεῦμα ὢν
τυγχάνει, καὶ πνεῦμα καὶ αὐτὸς ἁγίων ἅγιον, εἰ δὴ εἰκών ἐστιν τοῦ ἀοράτου·
De Ecclesiastica Theologia. Eusebius of Caesarea. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.