προϋφισταμένων, ἃ δὴ βλέπων ἀτενὲς ἐν τῇ τοῦ πατρὸς διανοίᾳ ὁ υἱὸς μιμήματα ὡν ἐώρα ἐποίει. τὸ δ᾿ ἐποπτεύειν αὐτὸν τὰ τοῦ πατρὸς βάθη τῆς πατρικῆς ἀγάπης ἔργον εἶναι παρίστη διασαφῶν ἑξῆς καὶ λέγων »ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ«. δεικνύντος ἄρα τοῦ πατρὸς τὰ ἑαυτοῦ κρύφια
θεωρῶν ὁ υἱὸς δι’ ἔργων ὑφίστη τὰ τῆς πατρικῆς βουλῆς ἔργα. οὕτως οὖν συνὼν τῷ πατρὶ καὶ συμπαρὼν αὐτῷ προετοιμάζοντι τὸν οὐρανὸν καὶ τὰ ἐπ’ αὐτῷ τοῦτ’ ἐδίδασκε λέγων »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ«.
De Ecclesiastica Theologia. Eusebius of Caesarea. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.