σώματι ἐδίδασκεν λέγων »ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ«, ἀλλ’ οὐδὲ νοήσας τίνι τρόπῳ καταποθήσεσθαι τὸ θνητὸν ὑπὸ τῆς ζωῆς ἔγραφεν φάσκων »ἐφ’ ᾦ οὐ θέλομεν ἐκδύσασθαι ἀλλ’ ἐπενδύσασθαι. ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς«· τούτων ἀμαθῶς ἔχων τὸ
μὲν λόγον διαβεβαιοῦται ἓν καὶ ταὐτὸν μέλλειν γίγνεσθαι τῷ θεῶ ὥσπερ καὶ πρότερον ἦν, τὴν δὲ σάρκα καταλειφθεῖσαν ὑπὸ τοῦ λόγου οὐκ οἶδ’ ὅ τι ποτὲ γενήσεσθαι,
De Ecclesiastica Theologia. Eusebius of Caesarea. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.