(Nr. 31)
τὸ μὲν οὖν πρὸ τῶν αἰώνων αὐτὸν γεγεννῆσθαι φῆσαι, ἀκολούθως εἰρηκέναι δοκεῖ· γέννημα γὰρ τὸ προελθὸν τοῦ προεμένου γίγνεται πατρός. θάτερον δὲ οὐκέτι ὑγιῶς οὐδ’ εὐσεβῶς αὐτῷ παρείληπται. τὸ γὰρ μὴ λόγον εἶναι φῆσαι τὸν ἐξ αὐτοῦ προελθόντα, καὶ τοῦτον εἶναι τὸν τῆς γεννήσεως ἀληθῆ τρόπον, ἀλλ’ ἀληθῶς υἱὸν μόνον, ἔμφασίν τινα τοῖς ἀκούουσιν ἀνθρωπίνης ὄψεως παρέχειν εἴωθεν.(Nr. 28)
ὁ τοίνυν ἱερὸς ἀπόστολος καὶ μαθητὴς τοῦ κυρίου Ἰωάννης ἀιδιότητος αὐτοῦ μνημονεύων ἀληθὴς ἐγίγνετο τοῦ λόγου μάρτυς, »ἐν ἀρχῇ ἦν ὁ λόγος« ‹λέγων› »καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος«, οὐδὲν γενέσεως ἐνταῦθα μνημονεύων τοῦ λόγου.(Nr. 108)
νυνὶ δὲ πιστεύω ταῖς θείαις γραφαῖς, ὅτι εἷς ὁ θεός. καὶ ὁ τούτου λόγος προῆλθεν μὲν τοῦ πατρός, ἵνα πάντα δι’ αὐτοῦ γένηται· μετὰ δὲ τὸν καιρὸν τῆς κρίσεως καὶ τὴν τῶν ἁπάντων διόρθωσιν καὶ τὸν ἀφανισμὸν τῆς ἀντικειμένης ἁπάσης ἐνεργείας, »τότε αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα« »θεῷ καὶ πατρί«, ἵν’ οὕτως ιἦ ἐν τῷ θεῷ ὁ λόγος, ὥσπερ καὶ πρότερον ἦν πρὸ τοῦ τὸν κόσμον εἶναι. οὐδενὸς γὰρ ὄντος πρότερον ἢ τοῦ θεοῦ μόνου, πάντων δὲ διὰ τοῦ λόγου γίγνεσθαι μελλόντων, προῆλθεν ὁ λόγος δραστικῇ ἐνεργείᾳ, λόγος τοῦ πατρὸς ὤν.(Nr. 54)
πρὸ γὰρ τοῦ τὸν κόσμον εἶναι ἦν ὁ λόγος ἐν τῷ πατρί. | ὅτε δὲ ὁ παντοκράτωρ θεὸς πάντα τά τε ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς προέθετο ποιῆσαι, ἐνεργείας ἡ τοῦ κόσμου γένεσις ἐδεῖτο δραστικῆς· καὶ διὰ τοῦτο, μηδενὸς ὄντος ἑτέρου πλὴν θεοῦ (πάντα γὰρ ὁμολογεῖται ὑπ’ αὐτοῦ γεγενῆσθαι), τότε ὁ λόγος προελθὼν ἐγίνετο τοῦ κόσμου ποιητής, ὁ καὶ πρότερον ἔνδον νοητῶς ἑτοιμάζων αὐτόν.(Nr. 34)
καὶ διὰ τοῦτο οὐχ υἱὸν θεοῦ ἑαυτὸν ὀνομάζει, ἀλλὰ πανταχοῦ υἱὸν ἀνθρώπου ἑαυτὸν λέγει, ἵνα διὰ τῆς τοιαύτης ὁμολογίας θέσει τὸν ἄνθρωπον διὰ τῆς πρὸς αὐτὸν κοινωνίας υἱὸν θεοῦ γενέσθαι παρασκευάσῃ καὶ μετὰ τὸ τέλος τῆς πράξεως αὖθις, ὡς λόγος, ἑνωθῇ τῷ θεῷ, πληρῶν ἐκεῖνο τὸ ὑπὸ τοῦ ἀποστόλου εἰρημένον· »τότε αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ιἦ τὰ πάντα καὶ ἐν πᾶσιν ὁ θεός«. ἔσται γὰρ τηνικαῦτα τοῦθ’ ὅπερ πρότερον ἦν.De Ecclesiastica Theologia. Eusebius of Caesarea. ed. Erich Klostermann. Leipzig. 1906.
Funding provided by Center for Hellenic Studies.