(Nr. 57)
τίνα τοίνυν τὸν »ἐγώ εἰμι ὁ ὢν« λέγοντα Ἀστέριος εἶναι οἴεται, τὸν υἱὸν ἢ τὸν πατέρα;(Nr. 58)
ὅτι κατὰ ἀντιδιαστολὴν τοῦ μὴ ὄντος ὁ ὢν ἑαυτὸν εἶναί φησιν. εἰ δὲ τὸν υἱὸν ὑποστάσει διῃρημένον τοῦτο φάσκοι λέγειν τὸ »ἐγώ εἰμι ὁ ὤν«, ταὐτὸν αὖθις περὶ τοῦ πατρὸς λέγειν νομισθήσεται· ἑκάτερον δὲ τούτων ἀσεβές.De Ecclesiastica Theologia. Eusebius of Caesarea. ed. Erich Klostermann. Leipzig. 1906.
Funding provided by Center for Hellenic Studies.