(Nr. 49)
τί τοίνυν ἦν τὸ κατελθὸν πρὸ τοῦ ἐνανθρωπῆσαι; πάντως πού φησιν· πνεῦμα. εἰ γάρ τι παρὰ τοῦτο λέγειν ἐθέλοι, οὐ συγχωρήσει αὐτῷ ὁ πρὸς τὴν παρθένον εἰρηκὼς ἄγγελος »πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ«. εἰ δὲ πνεῦμα εἶναι φήσει, ἀκουέτω τοῦ σωτῆρος λέγοντος »πνεῦμα ὁ θεός«.De Ecclesiastica Theologia. Eusebius of Caesarea. ed. Erich Klostermann. Leipzig. 1906.
Funding provided by Center for Hellenic Studies.