〈λ′.〉
καὶ τί με δεῖ καθ’ ἕκαστον ἀναλέγεσθαι, παρὸν τῷ φιλομαθεῖ τὰ τοιαῦτα συνάγειν ἐξ ἁπάσης τῆς θεοπνεύστου γραφῆς, δι’ ἧς φαίνονται οἱ τοῦ θεοῦ ἄνθρωποι τῷ θείῳ πνεύματι φωτισθέντες τὴν τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ γνῶσιν, ἀπόρρητον οὖσαν τότε καὶ τὰ πλήθη διαλανθάνουσαν τοῦ Ἰουδαίων λαοῦ. διὸ καὶ διαφόρως αὐτὸν ἐξεφώνουν κεκαλυμμέναις ταῖς ἐπηγορίαις. ἐφυλάττετο γὰρ τῇ αὐτοῦ παρουσίᾳ ἡ χάρις τοῦ κηρύγματος τῆς περὶ αὐτοῦ θεολογίας, ἣν καθ’ ὅλης τῆς οἰκουμένης ἡ αὐτοῦ ἐκκλησία ὥσπερ τι πάλαι κρύφιον καὶ σεσιγημένον μυστήριον παραλαβοῦσα σεμνύνεται.De Ecclesiastica Theologia. Eusebius of Caesarea. ed. Erich Klostermann. Leipzig. 1906.
Funding provided by Center for Hellenic Studies.