ιγʹ.
οὐ μὴν ἀλλὰ καὶ ἀπαύγασμα τῆς δόξης καὶ χαρακτῆρα τοῦ θεοῦ καὶ υἱὸν καὶ κληρονόμον τὸν αὐτὸν οἶδεν λέγων »ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων, δι’ οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας· ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ«. καὶ ἐνταῦθα (ὥσπερ ἀνωτέρω ἐλέγετο περὶ τοῦ λόγου τὸ πάντα δι’ αὐτοῦ ἐγένετο«, καὶ περὶ τοῦ φωτὸς τὸ »ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο«, καὶ περὶ Ἰησοῦ Χριστοῦ τὸ »ἡμῖν εἷς κύριος Ἰησοῦς Χριστός,De Ecclesiastica Theologia. Eusebius of Caesarea. ed. Erich Klostermann. Leipzig. 1906.
Funding provided by Center for Hellenic Studies.