ιʹ.
οἶδεν δὲ τὸν τῆς σαρκὸς προϋπάρχοντα τοῦ θεοῦ υἱὸν Χριστὸν ὀνομάζειν ὁ αὐτὸς Παῦλος, κατὰ τὸ αὐτὸ πέτραν αὐτὸν ἀποκαλῶν, δι’ ὧν γράφει περὶ τῶν ἐν τῇ ἐρήμῳ συνδιατριψάντων Μωσεῖ, λέγων »ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός«, καὶ ἐπισφραγίζεται τὸ αὐτὸ μεθ’ ἕτερα φάσκων »μηδὲ ἐκπειράζωμεν τὸν | Χριστόν, καθώς τινες αὐτῶν ἐπείρασαν καὶ ὑπὸ τῶν ὀφέων ἀπώλοντο«.De Ecclesiastica Theologia. Eusebius of Caesarea. ed. Erich Klostermann. Leipzig. 1906.
Funding provided by Center for Hellenic Studies.