(Nr. 94)
εἴληφεν γὰρ ὁ ἄνθρωπος οὐ μόνον τὴν ἐπὶ γῆς τῶν πραγμάτων ἐξουσίαν, ἀλλὰ καὶ τῶν ἐν οὐρανοῖς, εἰκότως· εἰ γὰρ ὅτε καὶ »ἄνθρωπος« ἐγένετο καὶ »μεσίτης θεοῦ καὶ ἀνθρώπων« τότε εἰς αὐτὸν ἐκτίσθη τὰ πάντα«, ὡς ἔφη ὁ ἀπόστολος, »τά τε ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς«, ἀκόλουθόν ἐστιν ἀκριβῶς γινώσκειν ὅτι ἐξουσία οὐ μόνον τῶν ἐπὶ γῆς αὐτῷ, ἀλλὰ καὶ τῶν ἐν οὐρανοῖς δέδοται.(Nr. 95)
εἰ γὰρ περί τινος δόξης δοθείσης αὐτῷ παρὰ τοῦ πατρὸς τὸ ἱερὸν εὐαγγέλιον λέγει, ταύτην ὁ ἄνθρωπος διὰ τοῦ λόγου εἰληφὼς φαίνεται. »μεσίτης« γὰρ γενόμενος κατὰ τὸν ἱερὸν ἀπόστολον »θεοῦ τε καὶ ἀνθρώπων« τῇ δοθείσῃ αὐτῷ παρὰ τοῦ πατρὸς δόξῃ τοὺς θεοσεβεῖς ἐδόξασεν ἀνθρώπους.Contra Marcellum. Eusebius of Caesarea. ed. Erich Klostermann. Leipzig. 1906.
Funding provided by Center for Hellenic Studies.