(Nr. 84)
οὕτω γοῦν καὶ ὁ ἀπόστολός | φησιν, ὥσπερ μικρῷ πρόσθεν ἔφαμεν »ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβών«, διὰ τῆς μορφῆς τοῦ δούλου τὴν ἀνθρωπίνην ἡμῖν σημαίνων σάρκα, ἣν ὁ δεσπότης ἡμῶν θεὸς τῇ ἑαυτοῦ διαπλάττων σοφίᾳ »ποιήσωμεν ἄνθρωπον« ἔφη »κατ’ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν«, καλῶς τὴν ἀνθρωπίνην σάρκα ὀνομάζων εἰκόνα. ἥδει γὰρ ἀκριβῶς ὅτι εἰκὼν ἔσται μικρὸν ὕστερον τοῦ ἑαυτοῦ λόγου.Contra Marcellum. Eusebius of Caesarea. ed. Erich Klostermann. Leipzig. 1906.
Funding provided by Center for Hellenic Studies.