(Nr. 32)
ταῦτα Ὠριγένης γέγραφεν, μὴ παρὰ τῶν ἱερῶν προφητῶν τε καὶ ἀποστόλων περὶ τῆς ἀιδιότητος τοῦ λόγου μαθεῖν βουληθείς, ἀλλ’ ἑαυτῷ δεδωκὼς πλεῖον δευτέραν ὑπόθεσιν διηγήσασθαι τοῦ λόγου μάτην τολμᾷ.(Nr. 32)
ὅτι τὰ τοιαῦτα γράφων Ὠριγένης ἰδίοις ἐχρῆτο δόγμασιν, δῆλον ἀφ’ ὧν καὶ τὰ ἑαυτοῦ ἀνατρέπει πολλάκις. ἐν γοῦν ἑτέρῳ χωρίῳ ἅτινα περὶ θεοῦ λέγει, ἀκόλουθόν ἐστιν ὑπομνῆσαι. γράφει δὲ οὕτως·Contra Marcellum. Eusebius of Caesarea. ed. Erich Klostermann. Leipzig. 1906.
Funding provided by Center for Hellenic Studies.