μου ἄπο προσώπου κυρίου, ὅτι ἔρχεται, ὅτι ἔρχεται κρῖναι τὴν γῆν. κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ.”
σία αὐτοῦ ᾄσεσθαι, τὴν καινὴν δηλονότι διαθήκην, b οὐ τὸ Ἰουδαίων ἔθνος, ἀλλὰ πᾶσαν τὴν γῆν ’ εὐαγ- γελισθήσεσθαί τε οὐκέτι τὸν Ἰσραὴλ, ἀλλὰ πάντα τὰ ἔθνη, ἐπειδήπερ αὐτῶν ἔσεσθαί φησι βασιλέα τὸν ἐρχόμενον κύριον.
λόγος; ὃς μέλλων δικαιοσύνῃ τὴν οἰκουμένην καὶ ἀληθείᾳ τὴν ἀνθρωπότητα κρίνειν, ἐξ ἴσης ἅπαντας τοὺς ἐπὶ τῆς οἰκουμένης ἀνθρώπους τῆς αὑτοῦ κλή- σεως καὶ τῆς ἐπὶ ταύτῃ παρὰ τῷ θεῷ σωτηρίας κατη- ξίωσεν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.