λόγος καὶ σοφία θεοῦ καὶ εἰκὼν νῦν αὐτὸς οὗτος b ἥλιος κέκληται δικαιοσύνης. τοῦτον δὴ οὖν αὐτὸν ὁ γεννήσας πατὴρ οὐ τοῖς πᾶσιν, ἀλλὰ μόνοις τοῖς τὸ ὄνομα αὐτοῦ φοβουμένοις ἀνατελεῖν ἐπαγγέλλεται, γέρας αὐτοῖς τοῦ εἰς αὐτὸν φόβου διδοὺς τὸ φῶς τοῦ
τῆς δικαιοσύνης ἡλίου. εἴη δ’ ἂν οὗτος ὁ θεὸς λόγος, ὁ εἰπὼν ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὅπερ ἦν φῶς τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.”
c ἀλλὰ τὸν ἔνθεον καὶ νοερὸν καὶ πάσης ἀρετῆς καὶ δικαιοσύνης αἴτιον, μόνοις τοῖς φοβουμένοις αὐτὸν ἀνατελεῖν ἐπὶ τοῦ παρόντος ὁ θεός φησιν, ἀποκρύπτων αὐτὸν τῶν ἀναξίων. περὶ ὧν ἀλλαχόθι που λέγει ‟καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας
τὸν λαόν μου.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.