ἀλλ’ οὐ πλειόνων θεῶν οὐδ’ υἱῶν πατὴρ,
πληροῦσαν καὶ καταλάμπουσαν ἀκτῖνα ; πὰν γὰρ τὸ ταύτης ἀλλότριον σκότος ἂν εἴη καὶ οὐ φῶς. ταύτῃ τοι καὶ τοῦ πάντων ἀνωτάτου πατρὸς, ἀρρήτου φωτὸς c 95 ὄντος, οὐδὲν μὲν προσφερὲς αὐτῷ οὐδ’ οἰκεῖον ἂν γένοιτο παράδειγμα, πλὴν ὅσον αὐτὸ τοῦτο μόνον, ὃ δὴ καὶ φάναι περὶ υἱοῦ οἶόν τε· ἀπαύγασμα γάρ ἐστι φωτὸς ἀι·δίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ.
εἴρηται “ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ.” ἀλλὰ τοῦ μὲν αἰσθητοῦ φωτὸς ἀχώριστος ἡ αὐγὴ, ὁ δ’ υἱὸς ἰδίως παρὰ τὸν πατέρα καθ’ ἑαυτὸν ὑφέστηκε· καὶ φωτὸς μὲν ἡ αὐγὴ d χώραν ἐνεργείας ἐπέχει, ὁ δὲ υἱὸς ἕτερόν τι ἢ κατὰ
ἐνέργειαν τυγχάνει, καθ’ ἑαυτὸν οὐσιωμένος.
αὐτοῦ προὐφέστηκεν, ᾗ μόνος ἀγέννητος ἦν.
οὗ ἐστιν υἱὸς καθέστηκεν, παρὰ τοῦ πατρὸς καὶ τὸ 148 εἶναι καὶ τὸ τοιόσδε εἶναι εἰληφώς.
πατρός. βουληθεὶς γὰρ ὁ θεὸς γέγονεν υἱοῦ πατὴρ, καὶ φῶς δεύτερον κατὰ πάντα ἑαυτῷ ἀφωμοιωμένον ὑπεστήσατο
1 τῷ πρωτοτύπῳ σώζουσα; πῶς δ’ ἂν καὶ αὐτοῦ τοῦ ἑνὸς εἴη εἰκὼν, εἰ μὴ μία καὶ ἡ αὐτὴ οὖσα ; ὅπως μὴ μόνον τῆς οὐσίας τοῦ πρώτου ^ ἀλλὰ καὶ τοῦ κατὰ τὸ ποσὸν ἀριθμοῦ τὴν ὁμοίωσιν ἐπάγοιτο, ὥσθ’ ἑνὸς
εἶναι τοῦ ἀι·δίου φωτὸς ἕν τὸ τέλειον, ἀλλ’ οὐ διά- φορα καὶ πολλὰ τὸ πρῶτον καὶ μονογενὲς ἔκγονον, αὐτὸ δὴ ἐκεῖνο τὸ καὶ ἡμῖν πρῶτον μετὰ τὴν ἄναρ- χον καὶ ἀγέννητον οὐσίαν θεολογούμενον τέλειον ἀγα- θόν.
καὶ γὰρ μιᾶς εὐωδίας ἐξ ὑποκειμένης τινὸς προῖ·ού- c σὴς οὐσίας, μίαν καὶ τὴν αὐτὴν προχεομένην ἡδεῖαν εἰς πάντας ὀδμὴν, ἀλλ’ οὐ διαφόρους καὶ πολλὰς προσήκοι ἂν ὁμολογεῖν. τοῦ δῆτα πρώτου καὶ μόνου ἀγαθοῦ, ὅ ἐστιν ὁ παμβασιλεὺς θεὸς, νῷ καὶ διανοίᾳ
ληπτὴν ἔνθεον καὶ ζωτικὴν εὐωδίαν ὑποστηΓ,αμένου, μίαν ταύτην, ἀλλ’ οὐ πλείους ἐπινοεῖν θέμις.
ρεισακτέον. ἀτμὶς γάρ ἐστι τῆς τοῦ θεοῦ δυνάμεως καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρι- νής.
μένον εἰς ἅπαν τὸ ἐκτὸς περιέχον προχεῖται, καὶ πλη- ροῖ γε καὶ τὸν ἀέρα εἰς πλάτος ἀναχεομένη, οὔτι πω κατὰ στέρησιν ἢ μειῶσιν ἢ τομὴν ἢ διαίρεσιν τοῦ προυποκειμένου.
τε εὐώδη δύναμιν ἀπογεννῶντος, οὐδὲν τοῦ προτέ- προτέρου χεῖρον καὶ τὸ γεννώμενον εὐῶδες οἰκείαν ἔχον ὑπόστασιν, ὡς ὅτι μάλιστα τὸ ὁμοιότατον τῇ τοῦ γεν- 149 νήσαντος φύσει διὰ τῆς οἰκείας ἀπομεμίμηται· πλὴν ἀλλ’ ἔτι ταῦτα γεώδη καὶ θνητὰ καὶ μέρη τῆς κάτω φθοροποιοῦ καὶ γεώδους φύσεως.
ὀξυτάτῃ δὲ διανοίᾳ φαντάζεται υἱὸν γεννητὸν, οὐ χρόνοις μέν τισιν οὐκ ὄντα, ὕστερον δέ ποτε γεγονότα, 96 ἀλλὰ πρὸ χρόνων αἰωνίων ὄντα καὶ προόντα, καὶ τῷ πατρὶ ὡς υἱὸν διὰ παντὸς συνόντα, καὶ οὐκ ἀγέννητον ὄντα, γεννώμενον δ’ ἐξ ἀγεννήτου πατρὸς,
μονογενῆ ὄντα, λόγον τε καὶ θεὸν ἐκ θεοῦ, οὐ κατὰ διάστασιν ἢ τομὴν ἢ διαίρεσιν ἐκ τῆς τοῦ πατρὸς οὐσίας προβεβλημένον, ἀρρήτως δὲ καὶ ἀνεπιλογίστως b ἡμῖν, 5 ἐξ αἰῶνος, μᾶλλον δὲ πρὸ πάντων αἰώνων, ἐκ τῆς τοῦ πατρὸς ἀνεκφράστου καὶ ἀπερινοήτου βουλῆς
τε καὶ δυνάμεως οὐσιούμενον διδάσκοντα. “τὴν γενεὰν γὰρ αὐτοῦ” φησὶ “τίς διηγήσεται;” καὶ “ὥσπερ οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱὸς, οὕτω καὶ τὸν υἱὸν οὐδεὶς ἔγνω εἰ μὴ μόνος ὁ γεννήσας αὐτὸν πατήρ.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.