προρρήσεις ἀγαθὰ καὶ σωτήρια πᾶσι τοῖς ἔθνεσιν ἐθέσπιζον, καὶ ὡς οὐδ’ ἄλλως ἔφασκον ἀποτελεσθήσεσθαι τὰ ἐπηγγελμένα τοῖς ἔθνεσιν ἢ διὰ μόνης τῆς τοῦ Χριστοῦ παρουσίας.
ἐκείνοις φάναι χρῆν ἢ ἡμῖν τὴν ἐπὶ τὸν Χριστὸν c τοῦ θεοῦ προσδοκίαν ἁρμόττειν ἰσορρόπου δὲ Ἰουδαίοις καὶ Ἓλλησι τῆς τῶν ἐπηγγελμένων ἐλπίδος ἀποδειχθείσης, ὡς κατὰ τοῦτο μηδὲν τῶν ἐκ περιτομῆς λείπεσθαι τοὺς ἀπὸ τῶν ἐθνῶν διὰ Χριστοῦ
σωθησομένους, ἐκ περιουσίας ἑξῆς ἐλέγξομεν, ὡς ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ καὶ τῇ τῶν ἐθνῶν κλήσει ἀπόπτωσιν παντελῆ καὶ ἀποβολὴν τοῦ παντὸς Ἰουδαίων ἔθνους τὰ θεῖα προαναφωνεῖ λόγια, βραχέσι μόνοις αὐτῶν καὶ ἀριθμῷ ληπτοῖς τὰ χρηστότερα
d θεσπίζοντα, καὶ ὡς ἁλώσεται αὐτῶν ἡ πόλις αὐτῷ ἱερῷ, πάντα τε τὰ σεμνὰ καθαιρεθήσεσθαι δηλοῦντα, ἃ καὶ ἔργοις πέφηνε δεδηλωμένα.
ἀπόλαυσιν, ἔμπαλίν τε στέρησιν ἀγαθῶν καὶ ἀπόπτωσιν τῆς τοῦ θεοῦ εὐσεβείας θεσπίζουσιν οἱ ἱεροὶ λόγοι κατὰ τὸν προσήκοντα καιρὸν διευκρινήσομεν. τέως δὲ ἐπίωμεν ἐπὶ τὸ πρῶτον, ὀλίγα τινὰ εἰς ἀπόδειξιν τῶν εἰρημένων ἀπὸ μυρίων ὂσων προφητειῶν
ἀναλεξάμενοι.
ἔσται εἰς ἔθνος μέγα καὶ πολύ · καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.”
τῶν εὐλογίας, ὃ πάλαι μὲν κέκρυπτο διὰ τὸ πάντα τὰ ἔθνη κατὰ τοὺς τοῦ Ἀβραὰμ χρόνους ἀφάτῳ πλάνῃ δεισιδαιμονίας κεκρατῆσθαι, νυνὶ δὲ τοῦτο καθ’ ἡμὰς ἀναπέφανται, ὅτε διὰ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας τὸν αὐτὸν τῷ
Ἀβραὰμ θεοσεβοῦντα τρόπον τῆς ἴσης αὐτῷ μετέχει εὐλογίας.
προσηλύτων εἰρῆσθαι τὸ λόγιον.
τῷ πατρί σου, καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ· καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς.”
τοῦ θεοῦ ἐκ σπέρματος Ἰσαακ γέγονε τὸ κατὰ σάρκα, ἐν ᾧ πάντα τὰ ἔθνη τῆς γῆς εὐλογεῖται, μαθόντα δι’ αὐτοῦ τὸν τῶν ὅλων θεὸν, καὶ παιδευθέντα πάλιν δι’ αὐτοῦ τοὺς θεοφιλεῖς ἄνδρας εὐλογεῖν. διὸ καὶ ἀντευλογεῖται τῆς ἴσης τοῖς ὑπ’ αὐτῶν εὐλογουμένοις
ἀπολαύοντα εὐλογίας, κατὰ τὸν φήσαντα τοῦ θεοῦ πρὸς τὸν Ἀβραὰμ λόγον οἱ εὐλογοῦντές σε εὐλόγηνται.”
συστησομένων, καίτοι μόνου τοῦ Ἰουδαίων ἔθνους ἐξ αὐτοῦ προεληλυθότος.
1 συνεκρότησεν διδασκαλίας, εἰκότως εἰς αὐτὸν καὶ δι’ αὐτοῦ τὰ τῆς προφητείας τέλους τετύχηκεν ἤδη πρότερον, 31 καὶ εἰσαῦθις ἔτι μᾶλλον τεύξεται.
ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ’’ ὁ ᾿Αχύλας ‘‘ἐνοπή- c σατε ’’ φησὶν ‘‘ ἔθνη λαὸς αὐτοῦ. ” καὶ Θεοδοτίων “ἀγαλλιᾶσθε ἔθνη λαὸς αὐτοῦ.”
έσται πρὸς ’τον θέον, γένεα τε ἡ ἥξουσα, καὶ λᾶος ὁ τεχθησόμενος τὴν αὐτοῦ δικαιοσύνην παραλήψεται.
τοῦ κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.”
λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ ᾿Αβραάμ. ” καὶ ταῦτα σαφῆ καὶ οὐδ’ ἑρμηνείας δεόμενα.
οὐκ ἔστιν κατὰ τὰ ἔργα σου. πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, κύριε. καὶ δοξάσουσι τὸ ὄνομά σου, ὅτι μέγας εἰ σὺ, b καὶ ποιῶν θαυμάσια, σὺ εἶ ὁ θεὸς μόνος.” ὁμοίως καὶ ταῦτα σαφῆ.
ἡ. ψαλμοῦ ἦε.
ὄνομα αὐτοῦ, εὐαγγελίσασθε ἡμέρας τὸ σωτήριον αὐτοῦ· ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, c ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ. ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς.’
αἱ πατριαὶ τῶν ἐθνῶν· ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ. καὶ ἑξῆς “ εἴπατε έν τοῖς ἔθνεσιν, ὁ κύριος ἐβασίλευσεν. καὶ γὰρ κατώρθωσεν τὴν οἰκουμένην.
ἐκ πάσης τῆς φυλῆς τῆς γῆς εἰς Ἱερουσαλὴμ, 32 προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι, καὶ αὐτοὶ ἐκείνοις προστεθήσονται.
ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας, αὕτη ἔσται ἡ ἁμαρτία Αἰγύπτου, καὶ ἡ 48 ἁμαρτία πάντων τῶν ἐθνῶν, ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας. ”
διάνοιαν μόνην θεωρουμένων τῶν περὶ τῆς Ἱερουσαλῂμ καὶ τῆς σκηνοπηγίας εἰρημένων, ἃ καὶ κατὰ καιρὸν τῆς προσηκούσης τεύξεται ἑρμηνείας.
κλήσεως.
διὰ χρόνου πολλοῦ στήσεται, λέγει κύριος.’ οἶς ἑξῆς ὁμοῦ περὶ τῶν ἐθνῶν καὶ περὶ τοῦ Χριστοῦ ἐπιλέγει b ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.”
προφητῶν κατεσπαρμένα ἐν ἐπαγγελίαις τῶν ἐθνῶν, ἅπερ ἐπὶ τοῦ παρόντος οὔτε ἀναλέγειν οὔτε ἑρμηνεύειν καιρὸς, πλὴν ἱκανὰ τυγχάνει καὶ τὰ προτεθέντα παραστήσαι τὸ προκείμενον.
ὡς τοῦ θεοῦ μόνους αὐτοὺς τῶν λοιπῶν ἐθνῶν προτιμήσαντος καὶ μόνους τῶν θείων ἐπαγγε- d λιῶν κατηξιωκότος, ἐπιδεῖξαι ὡς οὐδὲν κρεῖττον παρὰ τοὺς λοιποὺς ἅπαντας ἰδίως αὐτοῖς ἐν ταῖς θείαις ἐπήγγελται ὑποσχέσεσιν. ὅτε τοίνυν ἀπεδείχθη τῶν
θείων ἐπαγγελιῶν τὰ ἔθνη κατηξιωμένα, φέρε λοιπὸν ἤδη καὶ τὸ δι’ οὗ τὰ ἔθνη τῆς τοῦ θεοῦ κλήσεως καὶ τῶν θείων ἐπαγγελιῶν τεύξεσθαι λέγεται θεασώμεθα· καλὸν γὰρ καὶ τὴν αἰτίαν συνιδεῖν τὴν τοῖς ἔθνεσι τὰ ἀγαθὰ προξενήσειν λεγομένην.
ἂν εἴη αὕτη ἢ τοῦ Χριστοῦ παρουσία, δι’ οὗ καὶ οἱ ἐκ περιτομῆς τὴν ἑαυτῶν ὁμολογοῦσι γενήσεσθαι ἀπολύτρωσιν; δεικτέον τοίνυν ὡς καὶ ἡ τῆς τῶν ἐθνῶν 49 κλήσεως προσδοκία οὐδ’ ἑτέρα τις ὑπῆρχεν ἢ αὐτὸς 5 ὁ Χριστὸς τοῦ θεοῦ, οὐ μόνον Ἰουδαίοις, ἀλλὰ καὶ πᾶσι τοῖς ἔθνεσι σωτὴρ ἐπιφανησόμενος. χρήσομαι δὲ τὰ νῦν ψιλαῖς τῶν προφητῶν μαρτυρίαις δίχα πασης ἑρμηνείας, ἐπὶ σχολῆς μέλλων ἑκάστην εἰς πλάτος
διερμηνεύειν, ἐπὰν σὺν θεῷ τὰς περὶ τῶν ἐθνῶν προρρήσεις συναγαγὼν ὁμοῦ πάσας διερμηνεύειν μέλλοιμι.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.