ἱερὲ θεοῦ ἄνθρωπε, σὺν θεῷ καὶ σὺν αὐτῷ γε τῷ σωτῆρι ἡμῶν τῷ τοῦ θεοῦ λόγῳ μετὰ τὴν πρώτην Προπαρασκευὴν τῆς Εύαγγελικῆς ὑποθέσεως, ἐν ὅλοις πεντεκαίδεκα συγγράμμασι διαπεπονημένην ἡμῖν, 2 μέγα τοῦτο πρὸς ἡμῶν ἐξανύεται. δέχου δῆτα, ὦ
φίλη κεφαλὴ, τὴν αἴτησιν, καὶ ταῖς εὐχαῖς ἡμῖν συμπόνει τὴν Εὐαγγελικὴν Ἀπόδειξιν ἤδη λοιπὸν ἐκ τῶν ἀνέκαθεν παρ’ Ἑβραίοις ἀνακειμένων προρρήσεων παραστήσασθαι πειρωμένοις.
τῆς τοῦ σωτῆρος εὐαγγελικῆς ἀποδείξεως πραγματευ- θέντα, τά τεκαθ’ ἡμὰς αὐτοὺς εἰσέτι νῦν πρὸ ὀφθαλ- μῶν συντελούμενα θείῳ πνεύματι προειληφότας, ὡς ἂν παρόντα τὰ μὴ παρόντα καὶ τὰ μηδέπω μηδαμῶς ὄντα ὡς ἐναργῶς ὄντα κατωπτευκότας, καὶ οὐ τοῦτο
μόνον, ἀλλὰ καὶ τοῖς μετέπειτα διὰ γραφῆς τὰ μέλ- λοντά ποτε ἔσεσθαι προμεμηνυκότας ^ ὥστε ἤδη καὶ ἑτέρους ἐξ αὐτῶν εἰδέναι τε καὶ γνωρίζειν τὸ μέλλον 3 δύνασθαι, ὁσημέραι τε προσδοκᾶν τῶν λογίων τὰ ἀποτελέσματα
καὶ ἄλλα παντοῖά τε καὶ περὶ πάντων, κοινῶν τε καὶ τῶν ἀνὰ μέρος, καθ’ ἕκαστόν τε ἄνδρα καὶ περὶ τῶν καθόλου, ἰδίως τε ἀμφὶ τῶν καθ’ Ἐβραίους π·ραγ- μάτων, καὶ αὖ πάλιν περὶ τῶν ἔξωθεν ἐθνῶν, οἶον δὴ πόλεων ἀναστάσεις, καιρῶν τε ἀλλαγὰς καὶ πραγ-
μάτων μεταβολὰς, μελλόντων τε ἀγαθῶν παρουσίας, καὶ τῶν ἐναντίων ἐπιφορὰς, ἀνδραποδισμοὺς ἐθνῶν, πόλεων πολιορκίας, τῶν καθόλου βασιλείων μεταστά- μεταστάσεις τε καὶ καταστάσεις καὶ ἄλλα μυρία περὶ τῶν ἔσεσθαι μακροῖς ὕστερον χρόνοις μελλόντων προεκή-
ρυττον.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.