τῶν ἐθνῶν, ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει, ἴδετε φῶς μέγα, καὶ τοῖς κατοικοῦσιν ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ’ ὑμᾶς. τὸ πλεῖστον τοῦ λαοῦ ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου, καὶ εὐφραν- 1 θήσονται ἐνώπιόν σου, ὡς οἱ εὐφραινόμενοι ἐν ἄμη b τῷ, καὶ ὃν τρόπον οἶ διαιρούμενοι σκῦλα · διότι ἀφαι- ρεθήσεται ὁ ζυγὸς ὁ ἐπ’ αὐτῶν κείμενος καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν. τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασε κύριος, ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ
Μαδιὰμ, ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ, καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσι, καὶ θελήσουσιν, εἰ ἐγενήθησαν πυρίκαυστοι. ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοὐ ὤμου αὐτοῦ 5 καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης
βουλῆς ἄγγελος, ἄρχων εἰρήνης, ἐξουσιαστὴς, θεὸς ἰσχυρὸς, πατὴρ τοῦ μέλλοντος αἰῶνος.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.