1 δὲ ἄρα ἐβούλετο σημαίνειν ἡ ἐπὶ ὄνῳ ὄχησις αὐτοῦ ἀλλ’ ἢ τὴν ταπεινὴν καὶ ἄδοξον αὐτοῦ παρουσίαν, καθ’ ἣν ἐποιήσατο τὴν πρώτην ἄφιξιν; οὔσης γὰρ καὶ δευτέρας ἐνδόξου, περὶ ἧς καὶ Δανιὴλ γυμνότερον
ἐκκαλύπτων τὴν θεωρίαν εἴρηκεν ἐθεώρουν ἕως ὅτου θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθητο. χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μυρίαι c μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ. καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς υἱὸς ἀνθρώπου
ἐρχόμενος.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.