d ἀλλὰ καὶ σφόδρα χαίρειν αὐτῇ παρακελευόμενος, διὰ τὴν τοῦ θεοῦ λόγου εἰς αὐτὴν παρουσίαν ^ ἣν καὶ θυγατέρα τῆς ἐπουρανίου Σιῶν ἢ καὶ τῆς προτέρας συναγωγῆς ἀποκαλεῖ, διὰ τὸ πάντας ἡμᾶς τοὺς ἐξ ἐθνῶν εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότας γεν- νήματα εἶναι καὶ τέκνα Χριστοῦ καὶ τῶν ἀποστόλων 285
αὐτοῦ, οἶα ἐκ μητρὸς τῆς τῶν Ἰουδαίων συναγωγῆς προελθόντας.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.