καὶ τὸν οὐρανὸν καὶ τὴν γῆν πληροῦντος καὶ μονον- 278 οὐχὶ λέγοντος "6 οὐρανός μοι θρόνος, ἡ δὲ yrj ὑπο- πόδιον τῶν ποδῶν μου;” καὶ‘‘τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει κύριος;” ὁ δέ γε σωτὴρ καὶ 1 κύριος ἡμῶν ἑαυτὸν κενώσας καὶ μορφὴν δούλου λαβὼν βὼν καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος δεῖγμα τῆς λανθανούσης τοὺς πολλοὺς ἐνθέου δυνάμεως αὑτοῦ παρέχων ὁρᾶν τοῖς ἑαυτοῦ μαθηταῖς, καὶ τοῖς θαλαττίοις ἐπιβαίνων κύμασι καὶ τῷ κλύδωνι καὶ τοῖς ἀνέμοις
ἐπιτιμῶν ἀναγέγραπται, ὅτε καὶ οἱ ὁρῶντες ἐξεπλήττοντο λέγοντες‘‘ ‟ ποταπός ἐστιν οὗτος, ὅτι καὶ οἶ ἄνεμοι καὶ ἡ θάλασσα αὐτῷ ὑπακούουσιν ” ἦν δὲ καὶ τοῦτο ἄλλου τινὸς μείζονος σύμβολον, νοουμένης ἑτέρας θαλάσσης ἐν ᾗ λέγεται δράκων τις εἷναι πεποιημένος
ἐγκαταπαίζεσθαι ὑπὸ τόν ἀγγέλων τοῦ 447 θεοῦ, ἐφ’ ἣν καὶ αὐτὴν ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἐμπεριπατήσας τὴν κεφαλὴν τοὐ αὐτόθι δράκοντος καὶ τῶν λοιπῶν τῶν ὑποβεβηκότων δρακόντων λέγεται συντετριφέναι κατὰ τὸ ‘σὺ συνέθλασας τὰς κεφαλὰς
Λάς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος, καὶ σὺ συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος,” σαφῶς ἑτέρας νοουμένης θαλάσσης, περὶ ἧς αὐτὸς πάλιν Ψαλμῷ φησιν ” ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.