ὀκτωκαιδεκάτῳ τῆς Ἰουδαικῆς Ἀρχαιολογίας ‟τὴν δὲ βασιλείαν Ἡρώδης παρὰ Ῥωμαίων ἐγχειρισθεὶς οὐκέτι τοὺς ἐκ τοῦ Ἀσαμωναίου γένους, οὗτοι δὲ ἦσαν οἱ καλούμενοι Μακκαβαῖοι, καθίστησιν ἀρχιερεῖς, ἀλλά τινας ἀσήμους καὶ μόνον ἐξ Ἑβραίων ὄντας,
πλὴν ἑνὸς Ἀριστοβούλου, ὃν Ὑρκανοῦ υἱὸν ὄντα καταστήσας ἀρχιερέα τῇ ἀδελφῇ αὐτοῦ συνῴκησε Μαριάμμῃ, τὴν τοῦ πλήθους πρὸς αὐτὸν θηρώμενος εὔνοιαν 398 διὰ τὴν Ὑρκανοῦ μνήμην.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.