ἐναργῆ τὴν ἔκβασιν εἴληφε κατ’ αὐτὸν Αὔγουστον καὶ Ἡρώδην, εἰς οὓς τὰς προειρημένας ἑπτὰ ἑβδομάδας συγκεφαλαιοῦσθαί φαμεν. ὁδῷ γοῦν καὶ τάξει τοῦ κατὰ τὴν ἀρχιερωσύνην χρίσματος μέχρι τῶν Ἡρώδου καὶ Αὐγούστου χρόνων διαρκέσαντος, τῆς
τε διαδοχῆς τῶν πάλαι ἀρχιερέων ἐπὶ Ἀλέξανδρον τὸν Ὑρκανοῦ πατέρα περιγραφείσης, Ἡρώδης τὸν Ὑρκανὸν ἀνελὼν οὐκέτι τοῖς ἐκ πατέρων διαδόχοις 397 ἐπιτρέψαι λέγεται τὴν λειτουργίαν, ἀλλά τισιν ἀσήμοις μοις καὶ ἀφανέσιν ἀνθρώποις.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.