διόπερ καὶ αὐτοὶ τὸν δωρούμενον σύνεσιν ἀνθρώποις 238 ἐπικαλεσάμενοι εὐξάμενοί τε ὑπ’ αὐτοῦ φωτισθῆναι τοὺς τῆς διανοίας ὀφθαλμοὺς, ἐπιθαρρήσωμεν τῇ κατὰ τοὺς τόπους θεωρίᾳ. “ ἑβδομήκοντα, ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ
τὴν πόλιν τὴν ἁγίαν σου, τοῦ συντελεσθῆναι ἀμαρτίαν καὶ τοῦ σφραγίσαι ἁμαρτίας καὶ ἀπαλεῖψαι τὰς ἀνομίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας, καὶ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.