τος τοίνυν μετὰ τὴν τοῦ Δανιὴλ προφητείαν, ἐπὶ Κύρου τοῦ βασιλέως Περσῶν, μετὰ τὴν ἀπὸ Βαβυ- λῶνος ἐπάνοδον, Ἰησοῦς ὁ τοῦἸωσεδὲκ, ὁ ἱερεὺς ὁ μέγας χρηματίσας, ἅμα Ζοροβάβελ ἄνεισιν ἀπὸ τῆς αἰχμαλωσίας, καὶ θεμελίους καταβάλλεται τοῦ ἱεροῦ,
ἀλλ’ ἐπισχεθέντος τοῦ ἔργου ὑπὸ τῶν περιοίκων, αἶ πρῶται ἑπτὰ ἑβδομάδες τῶν ἐτῶν αἶ διὰ τοῦ προφή- του δηλούμεναι συμπεραιοῦνται, καθ’ ἃς ἀτελὲς διέμενε τὸ ἔργον τῆς τοῦ ναοῦ οἰκοδομῆς.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.