c συντελοῦνται χρόνον κατὰ τοὺς Ἰουδαίων ἀριθμούς. ἀπὸ γὰρ Νεεμίου, ὃς ὑπὸ Ἀρταξέρξου τὴν Ἰερουσαλὴμ ἀνοικοδομήσων ἐπέμφθη, ἔτει πεντεκαιδεκάτῳ καὶ ἑκατοστῷ τῆς Περσῶν βασιλείας, αὐτοῦ τε Ἀρταξέρξου 243 βασιλείας εἰκοστῷ ἔτει, καὶ Ὀλυμπιάδος ὀγδοηκοστῆς
τρίτης ἔτει τετάρτῳ, ἐπὶ τοῦτον τὸν χρόνον, ὃς ἦν Ὀλυμπιάδος διακοσιοστῆς δευτέρας ἔτος δεύτερον, Τιβερίου δὲ Καίσαρος ἡγεμονίας ἔτος ἑκκαιδέκατον, ἔτη συνάγεται τετρακόσαι ἑβδομήκοντα ἅπερ Ἑβραïκὰ τετρακόσια ἐνενήκοντα γίνεται, κατὰ
d τὸν σεληνιαῖον δρόμον τοὺς ἐνιαυτοὺς ἐκείνων ἐξαριθμουμένων, ὥς ἐστι πρόχειρον εἰπεῖν, ἡμερῶν τριακοσίων πεντήκοντα τεσσάρων, τοῦ ἡλιακοῦ κύκλου ὑπάρχοντος ἡμερῶν τριακοσίων ἐξήκοντα πέντε τετάρτου· τὴν γὰρ κατὰ σελήνην δωδεκάμηνον παραλλάσσειν
ἡμέραις ἕνδεκα καὶ τετάρτῳ.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.