τῷ Δανιὴλ εὐξαμένῳ εἷς τῶν ἁγίων λειτουργῶν τοῦ θεοῦ Γαβριὴλ ὁ ἀρχάγγελος ἐπιφανεὶς τὴν ἀνανέωσιν τῆς Ἰερουσαλὴμ αὐτίκα τότε καὶ οὐκ εἰς μακρὰν ἔσεσθαι θεσπίζει, τόν τε μετὰ τὴν ἀνανέωσιν αὐτῆς χρόνον εἰς ἐτῶν ἀριθμὸν περιορίζει, προλέγει
c τε ὡς μετὰ τὴν ὡρισμένην προθεσμίαν αὖθις καθαι- ρεθήσεται, καὶ ὡς τὴν δευτέραν ὑπομείνασα ἅλωσιν καὶ πολιορκίαν οὐκέτι τῆς ἐκ θεοῦ τεύξεται ἐπισκοπῆς, μενεῖ δὲ ἔρημος, συγκαθαιρουμένης αὐτῇ τῆς κατὰ τὸν Μωυσέως νόμον λατρείας, ἑτέρας δὲ ἀντ’ ἐκείνης τῷ βίῳ τῶν ἀνθρώπων καινῆς διαθήκης ἀντεισαχθησομένης.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.