καὶ πάλιν ‟ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου,” αὐτὸς ὢν καὶ ἀπολύτρωσις, κατὰ τὸν Παῦλον φάσκοντα “ὃς ἐγενήθη σοφία ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις·”
εἰκότως τὴν παρουσίαν αὐτοῦ ὁμοῦ μὲν συμπλήρωσιν καὶ τελείωσιν ἁμαρτίας εἶναι διδάσκει τῶν εἰς αὐτὸν ἠσεβηκότων, ὁμοῦ δὲ ἀπάλειψιν καὶ d καθαρισμὸν ἁμαρτιῶν, καὶ ἀδικιῶν ἱλασμὸν τῶν εἰς αὐτὸν πεπιστευκότων.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.