Ῥωμαίων στρατηγὸς παύσας ἀρχιερᾶσθαι Ἄνανον Ἰσμαῆλον ἀρχιερέα ἀποφαίνει τὸν τοῦ Φήβα, καὶ τοῦτον μετ’ οὐ πολὺ μεταστήσας Ἐλεάζαρον τὸν τοῦ Ἀνάνου τοῦ ἀρχιερέως υἱὸν ἀποδείκνυσιν ἀρχιερέα. ἐνιαυτοῦ δὲ διαγενομένου καὶ τόνδε παύσας Σίμωνι
τῷ Καθίμου τὴν ἀρχιερωσύνην παραδίδωσιν. οὐ πλέον δὲ καὶ τῷδε ἐνιαυτοῦ τὴν τιμὴν ἔχοντι διεγένετο χρόνος, καὶ Ἰώσηπος, ὁ καὶ Καϊάφας, ἦν αὐτῷ.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.