αὐτοὺς ἐν τούτοις θεοῦ λαὸν προσαγορεύει, ἀλλὰ τῷ Δανιήλ φησι, λαόν σου· ὥσπερ γὰρ ἀσεβήσαντά ποτε καὶ εἰδωλολατρήσαντα ἐπὶ τῆς ἐρήμου οὐκέτι λαὸν ἑαυτοῦ ὁ θεὸς, ἀλλὰ τοῦ Μώσεως προσεῖπε, φήσας “βάδιζε, κατάβηθι, ἠνόμησε γὰρ ὁ λαός σου·” τὸν b αὐτὸν τρόπον κἀνταῦθα τοῦ περιωρίσθαι κατ’ αὐτῶν τὸν δηλωθέντα χρόνον τὸ αἴτιον ἐκδιδάσκει· τοῦτο δ’ ἦν τὸ μηκέτι τοῦ θεοῦ λαὸν αὐτοὺς καταξιοῦσθαι
χρηματίζειν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.