ἐν ὀνόματι κυρίου τοῦ πέμψαντος αὐτὸν πατρὸς τὴν εἰς ἀνθρώπους αὐτοῦ παρουσίαν ἐποιήσατο. ἐλέγχων c γοῦν τοὺς ἀπιστοῦντας αὐτῷ τῶν ἐκ περιτομῆς ἔλεγε πρὸς αὐτοὺς ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐ λαμβάνετέ με. ἄλλος ἐὰν ἔλθῃ ἐν τῷ
ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε.” εἰκότως οὖν πνεῦμα τὸ ἅγιον οὐκέτι τῷ Ἰουδαίων λαῷ, ἀλλὰ πᾶσι τοῖς ἔθνεσι, τὰ ἐν τῇ ἀρχῇ τοῦ Ψαλμοῦ προσφωνεῖ.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.