(δηλοῖ δὲ τὴν σοφίαν) καὶ κατεβίβασεν αὐτὴν ἐκ τῶν νεφελῶν; τίς διέβη πέραν τῆς θαλάσσης καὶ εὗρεν αὐτὴν καὶ οἴσει αὐτὴν χρυσίου ἐκλεκτοῦ; οὐκ ἔστιν ὁ γινώσκων τὴν ὁδὸν αὐτῆς, οὐδ’ ὁ ἐνθυμούμενος τὴν τρίβον αὐτῆς, ἀλλὰ ὁ εἰδὼς τὰ πάντα γινώσκει
αὐτὴν, ἐξεῦρεν αὐτὴν τῇ συνέσει αὐτοῦ. ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον ἐνέπλησεν αὐτὴν κτηνῶν τετραπόδων. ὁ ἀποστέλλων τὸ φῶς καὶ πορεύεται· ἐκάλεσεν αὐτὸ, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ, καὶ οἶ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὐτῶν, b
καὶ ηὐφράνθησαν, ἐκάλεσεν αὐτοὺς, καὶ εἶπον, 183 πάρεσμεν·
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.