λόγος ὀνομάζει, ἀνέπτη σὺν αὐτῷ τὴν ἄνοδον πεποιημένος μετὰ τῶν δορυφορούντων αὐτὸν θείων πνευμάτων, πτερύγων ἀνέμων καὶ αὐτῶν χρηματιζόντων. σκοτεινῶς δὲ ταῦτα καὶ ἐν παραβύστῳ γεγενῆσθαι κατά τινας ἀπορρήτους καὶ λανθάνοντας αἰνίττεται
λόγους, φάσκων ‟καὶ ἔθετο σκότος ἀποκρυφὴν τὰ δὲ ἑξῆς ἀκολούθως τῇ τοῦ Χριστοῦ ἐνανθρωπήσει τὴν κατ’ αὐτοῦ γενομένην ἀντιλογίαν τοῦ Ἰουδαίων λαοῦ σημαίνει, καὶ τὴν τῶν ἐθνῶν ὑπα 1 κοὴν τῆς τοῦ Χριστοῦ διδασκαλίας. αὐτοῖς δὲ ῥήμασι τὰ παραπλήσια εὕροις ἂν καὶ ἐν ἑπτακαιδεκάτῳ Ψαλμῷ, εἰς ἃ τὰ φανέντα προείρηται.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.