οὐρανόθεν παρίστασθαι· προειπὼν γὰρ πολλὰς θεολογίας ἐπιλέγει τὰ ἐκκείμενα. τῷ δὲ λέγειν κλίνειν αὐτὸν οὐρανοὺς καὶ κατεληλυθέναι σημαίνει τὴν ὑποστολὴν τῆς ἐνθέου δόξης, ἣν ὁ θεῖος ἀπόστολος παριστὰς ἔλεγεν ‟ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων, οὐχ
ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ αὑτὸν ἐκένωσε, μορφὴν δούλου λαβών.’‘καὶ τὸ ‟ἐπέβη δὲ ἐπὶ Χερουβὶμ καὶ ἐπετάσθη” αἰνίττεσθαί μοι δοκεῖ τὴν ἐπὶ c τὴν τοῦ θεοῦ δόξαν ἀποκατάστασιν, ἣν πεποίηται ἀγγελικαῖς καὶ θείαις δυνάμεσι δορυφορούμενος. ὃ
καὶ αὐτὸ δηλοῦσθαί μοι δοκεῖ διὰ τοῦ ‟ ἐπετάσθη πτερύγων ἀνέμων.’
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.