ἐμῇ παρουσίᾳ οὐκέθ’ ὁ πάλαι ἰσραὴλ,, ἀλλ’ οὐδὲ ἓν μόνον ἐπὶ γῆς ἔθνος, ἔθνη δὲ πολλὰ καταφεύξονται ἐπὶ τὸν κρείττονα καὶ μέγαν κύριον, τὸν ἐμοῦ τε αὐτοῦ καὶ τῶν ὅλων θεὸν, ἐφ’ ὃν τὰ καταφεύγοντα ἔθνη τοσαύτης τεύξεται εὐεργεσίας, ὡς καὶ χρηματίσαι καὶ
γενέσθαι λαὸν θεοῦ, κατοικῆσαί τε ἐν μέσῳ τῆς κα 1 λουμένης θυγατρὸς Σιῶν. οὕτω δὲ τὴν ἐπὶ γῆς ἐκκλησίαν b τοῦ θεοῦ, ὥσπερ τινὰ θυγατέρα τυγχάνουσαν τῆς ἐπουρανίου, τοῖς ἱεροῖς γράμμασι ἀποκαλεῖν φίλον.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.