ἀποτείνεται, ἃ καὶ οὐδ’ ἄλλοτε ἢ μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπιβουλὴν εἰς αὐτοὺς ἐπληροῦτο. ὁ d γοῦν ἱερὸς αὐτῶν καὶ τὸ πρὶν ἅγιος τόπος εἰς τοῦτο νῦν περιῆλθεν, ὡς κατὰ μηδὲν τῆς Σοδόμων καταστροφῆς ἀποδεῖν. πλὴν ὅμως καίπερ ἀκόλουθα τῇ
προρρήσει πεπονθότες, οὔπω καὶ εἰς δεῦρο τὴν πρὸς τὸν Χριστὸν τοῦ θεοῦ, δι’ ὃν ταῦτα πεπόνθασιν, ἐπιστροφὴν ἐποιήσαντο· ὡς εἰκότως καὶ τοῦτο διὰ τῆς ἐν χερσὶ θεσπίζεσθαι προφητείας λεγούσης καὶ οὐδ’ ὣς ἐπεστρέψατε πρός με, λέγει κύριος.”
157 251
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.