ἐγὼ προπορεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσω ἐν ὀνόματί μου κύριον ἐναντίον σοῦ καὶ ἐλεήσω c ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω.” καὶ μεθ’ ἕτερα ἐπιφέρει λέγων ‟καὶ κατέβη ἐν νεφέλῃ καὶ παρέστη αὐτῷ ἐκεῖ, καὶ ἐκάλεσεν ἐν
ὀνόματι κυρίου. καὶ παρῆλθε κύριος ἐν ὀνόματι αὐτοῦ, καὶ ἐκάλεσε, κύριε κύριε, ὁ θεὸς οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος, καὶ ἀληθινὸς καὶ δικαιοσύνην διατηρῶν, ποιῶν ἔλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας,
καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον, ἐπάγων ἁμαρτίας πατέρων ἐπὶ τέκνα καὶ τέκνα τέκνων ἐπὶ τρίτην καὶ τετάρτην γενεάν. καὶ σπεύσας Μώσης κύψας ἐπὶ τὴν γῆν προσεκύνησεν.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.