Μωσεῖ δ’ ἐλάλει. τίς δ’ ἐλάλει; ἦ δῆλον ὅτι ὁ στῦλος τῆς νεφέλης, ὁ πρότερον τοῖς πατράσιν ἐν ἀνθρώπου φανεὶς σχήματι. προαποδέδεικται δὲ ὅτι μὴ ὁ ἐπὶ πάντων θεὸς οὗτος ἦν, ἕτερος δὲ ὃν θεοῦ λόγον ὑπάρ- χοντα Χριστὸν ἡμεῖς προσαγορεύομεν, ὃς καὶ τότε
τοῦ πλήθους ἕνεκεν Μωσεῖ τε αὐτῷ καὶ τῷ λαῷ ἐν στύλῳ νεφέλης ἐθεωρεῖτο, διὰ τὸ μὴ χωρεῖν αὐτοὺς d ὁμοίως τοῖς πατράσιν ἐν ἀνθρώπου σχήματι ὁρᾶν αὐτόν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.