ὁ μόνος ἐπὶ πάντων θεὸς, ὦφθαί φησι τοῖς πατράσιν ζητήσαι ἄν τις εἰκότως. λυθείη δ’ ἂν τὸ ζητηθὲν, εἰ τῇ ἀκριβείᾳ τῆς θείας γραφῆς ἐπιστήσαιμεν. λεγο- μένου παρὰ τοῖς ἑβδομήκοντα τοῦ "καὶ ὤφθην πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, θεὸς αὐτῶν ὤν᾿ ὁ μὲν Ἀκύλας φησὶ "καὶ ὡράθην πρὸς Ἀβραὰμ καὶ πρὸς Ἰσαὰκ καὶ πρὸς Ἰακὼβ ἐν θεῷ ἱκανῷ·"
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.