ἀκριβῶς ἄρα ὅτε μὲν ἀγγέλου φύσιν ὁ λόγος δηλοῦν 150 βούλεται, οὐδὲ θεὸν οὐδὲ κύριον, ἀλλ’ ἀνεπικαλύπτως ἄγγελον ὀνομάζει, ὅτε δὲ κύριον καὶ θεὸν οἶδε τὸν ἐπιφαινόμενον, ταύταις αὐταῖς σαφῶς κέχρηται c ταῖς προσρήσεσι· κύριον δὲ καὶ θεὸν ὅτι μὴ τὸν αἴτιον
δηλοῖ προφανῶς ἀπέδειξαν τῆς θείας γραφῆς αἶ λέξεις ἄγγελον θεοῦ προσειποῦσαι τὸν ἐπὶ τοῦ Ἰακὼβ κύριον καὶ θεὸν προωνομασμένον.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.