τὸν δηλούμενον· καὶ γὰρ καὶ θεὸν αὐτὸν ἡ θεία γραφὴ διαρρήδην ἀναγορεύει, καὶ κύριον ἀποκαλεῖ, τῇ διὰ τῶν τεσσάρων παρ’ Ἑβραίοις στοιχείων ἐπιση- μειώσει τιμῶσα, ἣν ἐπὶ μόνης τῆς ἀνεκφωνήτου καὶ ἀρρήτου προσηγορίας τῆς τοῦ θεοῦ συντιθέναι παῖδες
Ἑβραίων εἰώθασι · τοῦτο δὲ καὶ ἀπὸ τοῦ ἀγγέλους σαφῶς διορίζειν, ὅτε δὴ βούλοιτο ἀγγέλους καλεῖν d ὁ λόγος, ὥσπερ τοὺς ἐν Σοδόμοις ἀσεβεῖς ὄντας ὁ μὲν τῷ Ἀβραὰμ χρηματίζων θεὸς καὶ κύριος τῆς αὐτοῦ παρουσίας οὐδαμῶς ἀξιοῖ, ὡς αὖθις ἡ θεία
γραφὴ λέγει ὁ μὲν κύριος ἀπῆλθεν, ὡς ἐπαύσατο λαλῶν τῷ Ἀβραὰμ, οἶ δὲ δύο ἄγγελοι ἀπῆλθον εἰς Σόδομα ἑσπέρας."
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.