ἀνθρώπῳ μία ψυχὴ καὶ μία λογικὴ δύναμις πλείστων ὁμοῦ γένοιτ’ ἂν δημιουργὸς καὶ γεωργεῖν ἡ αὐτὴ καὶ ναυπηγεῖν καὶ κυβερνᾶν καὶ οἰκοδομεῖν πολλὰ μαθοῦσα ἐπιβάλλοιτο ’ καὶ εἰς νοῦς ἐν ἀνθρώπῳ καὶ λογισμὸς δέξαιτ’ ἄν ποτε μυρίων ἐπιστήμας, γεω-
μετρήσει τε ὁ αὐτὸς καὶ ἀστρονομήσει, καὶ λόγους γραμματικῆς παραδώσει καὶ ἰατρικῆς, ἔν τε μαθή- 152 μασι καὶ τοῖς κατὰ χεῖρας προστήσεται· καὶ οὔπω γε οὐδεὶς πώποτε πλείους ἑο ἐνὶ σώματι ψυχὰς ἡγή- σατο εἶναι, οὐδὲ πολλὰς ἐθαύμασεν ἀνθρώπου δυνά-
μεὶς διὰ τὴν τῶν πολλῶν μαθημάτων ὑποδοχήν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.