μερῶν ἡ διαφορὰ, μία δὲ ἡ τοῦ παντὸς δύναμις δημι- 1 ουργός· οὐ γὰρ ἄλλῃ θεοῦ μὲν δυνάμει κεφαλῆς ὑπέστη φύσις, ἄλλῃ δὲ ὀφθαλμῶν, ἑτέρᾳ δὲ ὤτων, ἑτέρᾳ δὲ ποδῶν) οὕτω καὶ τοῦ σύμπαντος κόσμου μία καθόλου θεία δύναμις ἐπιστατοῦσα ἡ αὐτὴ ἂν 97 εἴη καὶ οὐρανοῦ καὶ ἀστέρων, τῶν τε ἐν ἀέρι καὶ γῆ
151 καὶ θαλάττῃ ζῴων, στοιχείων τε τῶν καθόλου καὶ τῶν κατὰ μέρος, καὶ ἔτι φύσεων παντοίων γενικῶν τε καὶ τῶν κατ’ εἶδος δημιουργός.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.